Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.35.3 | Hdt. 1.36.3 (English) | >>Hdt. 1.38.1 |
1.36.1
ὁ μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου . ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα · ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε . πολλάκις δὲ οἱ Μυσοὶ ἐπʼ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν , ἔπασχον δὲ πρὸς αὐτοῦ .
1.36.2 τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε · “ὦ βασιλεῦ , ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ , ὃς τὰ ἔργα διαφθείρει . τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα . νῦν ὦν προσδεόμεθά σευ τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν , ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης .”
1.36.3 οἱ μὲν δὴ τούτων ἐδέοντο , Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε · “παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι · οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι · νεόγαμός τε γάρ ἐστι καὶ ταῦτά οἱ νῦν μέλει . Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω , καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἶναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης .”
ch. 37
1.37.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.35.3 | Hdt. 1.36.3 (English) | >>Hdt. 1.38.1 |